Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.248 Dem. 18.251 (English) >>Dem. 18.255

18.250οὐκοῦν ἐν μὲν οἷς εἰσηγγελλόμην, ὅτʼ ἀπεψηφίζεσθέ μου καὶ τὸ μέρος τῶν ψήφων τοῖς διώκουσιν οὐ μετεδίδοτε, τότʼ ἐψηφίζεσθε τἄριστά με πράττειν· ἐν οἷς δὲ τὰς γραφὰς ἀπέφευγον, ἔννομα καὶ γράφειν καὶ λέγειν ἀπεδεικνύμην· ἐν οἷς δὲ τὰς εὐθύνας ἐπεσημαίνεσθε, δικαίως καὶ ἀδωροδοκήτως πάντα πεπρᾶχθαί μοι προσωμολογεῖτε. τούτων οὖν οὕτως ἐχόντων, τί προσῆκεν τί δίκαιον ἦν τοῖς ὑπʼ ἐμοῦ πεπραγμένοις θέσθαι τὸν Κτησιφῶντʼ ὄνομα; οὐχ τὸν δῆμον ἑώρα τιθέμενον, οὐχ τοὺς ὀμωμοκότας δικαστάς, οὐχ τὴν ἀλήθειαν παρὰ πᾶσι βεβαιοῦσαν;

18.251ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δίʼ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον πολλάκις μὲν φυγών, μηδεπώποτε δʼ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτʼ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτʼ ἐγράψατό μʼ οὐδʼ ἐδίωξε γραφήν, ὥσθʼ ὑπὸ σοῦ γʼ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.

18.252πανταχόθεν μὲν τοίνυν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, οὐχ ἥκιστα δʼ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. ἐγὼ δʼ ὅλως μέν, ὅστις ἄνθρωπος ὢν ἀνθρώπῳ τύχην προφέρει, ἀνόητον ἡγοῦμαι· ἣν γὰρ βέλτιστα πράττειν νομίζων καὶ ἀρίστην ἔχειν οἰόμενος οὐκ οἶδεν εἰ μενεῖ τοιαύτη μέχρι τῆς ἑσπέρας, πῶς χρὴ περὶ ταύτης λέγειν πῶς ὀνειδίζειν ἑτέρῳ; ἐπειδὴ δʼ οὗτος πρὸς πολλοῖς ἄλλοις καὶ περὶ τούτων ὑπερηφάνως χρῆται τῷ λόγῳ, σκέψασθʼ, ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὅσῳ καὶ ἀληθέστερον καὶ ἀνθρωπινώτερον ἐγὼ περὶ τῆς τύχης τούτου διαλεχθήσομαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.248 Dem. 18.251 (English) >>Dem. 18.255

Powered by PhiloLogic